μὴ ὄντι οὐδὲν συμβεβηκέναι δύναται, ὥστε οὐδὲ τὸ γίνεσθαι. ἀλλ’ οὐδὲ τὸ ὄν. εἰ γὰρ γίνεται τὸ ὄν, ἤτοι καθὸ ὄν ἐστι γίνεται ἢ καθὸ οὐκ ὄν ἐστιν. καθὸ μὲν οὖν οὐκ ὄν ἐστιν, οὐ γίνεται. εἰ δὲ καθὸ ὄν ἐστι γίνεται, ἐπεὶ τὸ γινόμενον ἕτερον ἐξ ἑτέρου φασὶ γίνεσθαι, ἕτερον
ἔσται τοῦ ὄντος τὸ γινόμενον, ὅπερ ἐστὶν οὐκ ὄν. τὸ ἄρα γινόμενον οὐκ ὂν ἔσται, ὅπερ ἀπεμφαίνει.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.