ὅτι τάδε μὲν τὰ ἄδηλά ἐστιν ἀληθῆ, τάδε δὲ ψευδῆ; φαινομένῳ μὲν γὰρ οὐδαμῶς· εἰ δὲ ἀδήλῳ, ἐπεὶ ζητοῦμεν, τίνα τῶν ἀδήλων ἐστὶν ἀληθῆ καὶ τίνα ψευδῆ, δεήσεται καὶ τοῦτο τὸ ἄδηλον ἀδήλου ἑτέρου τοῦ ἐπικρινοῦντος αὐτό, κἀκεῖνο ἄλλου, καὶ μέχρις ἀπείρου. διόπερ οὐδὲ ἄδηλα
μόνον ἐστὶ τἀληθῆ.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.