καὶ τὰς διανοίας, ἢ ταῖς τε αἰσθήσεσι τὰς αἰσθήσεις καὶ ταῖς διανοίαις τὰς διανοίας, ἢ ταῖς μὲν αἰσθήσεσι τὰς διανοίας, τῇ δὲ διανοίᾳ τὰς αἰσθήσεις. εἰ μὲν οὖν ταῖς αἰσθήσεσιν ἢ τῇ διανοίᾳ ἀμφότερα κρίνειν ἐθελήσουσιν, οὐκέτι δἰ αἰσθήσεως καὶ διανοίας κρινοῦσιν, ἀλλὰ δἰ ἑνὸς τούτων, ὅπερ
ἂν ἕλωνται· καὶ παρακολουθήσουσιν αὐτοῖς αἱ ἔμπροσθεν
1 72 εἰρημέναι ἀπορίαι.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.