δὲ ἀπὸ τῶν αἰσθήσεων.
οἱ δὲ πάντα ὑποκεῖσθαι ὑφ᾿ ὧν οἴονται κινεῖσθαι λέγουσιν, οἱ δὲ τὰ μὲν ὑποκεῖσθαι, τὰ δὲ μὴ ὑποκεῖσθαι, τίνι συγκαταθησόμεθα οὐχ ἕξομεν· οὔτε γὰρ τῇ αἰσθήσει τὴν διαφωνίαν ἐπικρινοῦμεν, ἐπεὶ περὶ αὐτῆς ζητοῦμεν, πότερον
κενοπαθεῖ ἢ ἀληθῶς καταλαμβάνει, οὔτε ἑτέρῳ τινί, ἐπεὶ μηδὲ ἔστιν ἄλλο τι κριτήριον δι᾿ οὗ χρὴ κρίνειν κατὰ τὴν προκειμένην ὑπόθεσιν.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.