ὁμοίως· ὅπερ ἄτοπον. οὐκοῦν οὔτε καὶ τοῖον καὶ τοῖον τὸ γένος, οὔτε τοῖον μὲν τοῖον δὲ οὔ, οὔτε μὴν οὔτε τοῖον οὔτε τοῖον δύναται εἶναι [γένος]· εἰ δὲ τοῦτο, οὐδὲ ἔστιν ὅλως τὸ γένος. εἰ δὲ λέγοι τις ὅτι δυνάμει πάντα ἐστὶ τὸ γένος, λέξομεν, ὧς τὸ δυνάμει τι ὂν δεῖ τι καὶ ἐνεργείᾳ
εἰναι, οἷον οὐ δύναταί τις γραμματικὸς εἶναι εἰ μὴ καὶ ἐνεργείᾳ. καὶ τὸ γένος οὖν εἰ δυνάμει πάντα ἐστίν, ἐρωτῶμεν αὐτοὺς τί ἐστιν ἐνεργείᾳ, καὶ οὕτω μένουσιν αἱ αὐταὶ ἀπορίαι. τἀναντία μὲν γὰρ πάντα ἐνεργείᾳ εἶναι οὐ δύναται.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.