γένος, ἢτοι ὅλου αὐτοῦ ἕκαστον εἶδος αὐτοῦ μετέχει ἢ μέρους αὐτοῦ. ἀλλ’ ὅλου μὲν οὐδαμῶς· ἀμήχανον γάρ ἐστιν ἔν τι ὑπάρχον <ἐν> ἄλλῳ καὶ ἄλλῳ κατὰ ταὐτὸ περιέχεσθαι ὡς ὅλον ἐν ἑκάστῳ θεωρεῖσθαι τῶν ἐν οἶς εἶναι λέγεται. εἰ δὲ μέρους, πρῶτον μὲν οὐκ ἀκολουθήσει τῷ εἴδει
τὸ γένος πᾶν, ὡς ὑπολαμβάνουσιν, οὐδὲ ὁ ἄνθρωπος ἔσται ζῷον ἀλλὰ μέρος ζῴου, οἷον οὐσία, οὔτε δὲ ἔμψυχος οὔτε αἰσθητική.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.