῾οὐκ ἔστιν ἀπόδειξις᾿ τῷ ῾ἔστιν ἀπόδειξις᾿. οὐδὲ τὸ διεζευγμένον ὑγιὲς ἔσται τὸ ἔστιν ἀπόδειξις ἢ οὐκ ἔστιν ἀπόδειξις᾿· τὸ γὰρ ὑγιὲς διεζευγμένον ἐπαγγέλλεται ἓν τῶν ἐν αὐτῷ ὑγιὲς εἶναι, τὸ δὲ λοιπὸν ἢ τὰ λοιπὰ ψεῦδος ἢ ψευδῆ μετὰ μάχης. ἢ εἴπερ ὑγιές ἐστι τὸ διεζευγμένον,
πάλιν φαῦλον εὑρίσκεται τὸ ‘εἰ οὐκ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις᾿ συνημμένον, ἐκ μαχομένων συνεστώς. οὐκοῦν ἀσύμφωνά τέ ἐστι καὶ ἀλλήλων ἀναιρετικὰ τὰ ἐν τῷ λόγῳ τῷ προειρημένῳ λήμματα· διόπερ οὐκ ἔστιν ὑγιὴς ὁ λόγος.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.