ἡ οὖν ἀπόδειξις δι’ ἧς κατασκευάζεται ἡ ἀπόδειξις, ὁμολογουμένη μὲν καὶ προῦπτος οὐκ ἔσται ζητοῦμεν γὰρ νῦν εἰ ἔστιν ἀπόδειξις ὅλως), διαφωνουμένη δὲ καὶ ἄδηλος οὖσα δεήσεται ἀποδείξεως ἄλλης, κἀκείνη ἄλλης, καὶ μέχρις
ἀπείρου. ἀδύνατον δὲ ἄπειρα ἀποδεῖξαι· ἀδύνατον ἄρα παραστῆσαι ὅτι ἔστιν ἀπόδειξις.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.