συνάγων· ὁ δὲ ἐκ συνημμένου καὶ τοῦ λήγοντος τὸ ἡγούμενον συνάγων ἀσύνακτος, ὡς ὁ προειρημένος, παρὸ καὶ ἀληθῶν ὄντων τῶν λημμάτων αὐτοῦ ψεῦδος συνάγει, ὅταν λυχνιαίου φωτὸς ὄντος νυκτὸς λέγηται. τὸ μὲν γὰρ ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστι' συνημμένον ἀληθές ἐστιν, καὶ
ἡ ‘ἀλλὰ μὴν φῶς ἔστι πρόσληψις, ἡ δὲ ‘ἡμέρα ἄρα <ἔστιν>᾿ ἐπιφορὰ ψευδής.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.