ἀλλ’ εἰ μὲν οὐκ ἀποδεικτικοί, οὐκ ἀποδεικνύουσι τὸ μὴ εἶναι σημεῖον· εἰ δὲ ἀποδεικτικοί, ἐπεὶ ἡ ἀπόδειξις τῷ γένει σημεῖόν ἐστιν, ἐκκαλυπτικὴ οὖσα τοῦ συμπεράσματος, 1 2 3 ἔσται σημεῖον. ὅθεν καὶ συνερωτᾶται λόγος τοιοῦτος· εἰ ἐστι τι σημεῖον, ἔστι σημεῖον, καὶ εἰ μὴ ἔστι σημεῖον, ἔστι σημεῖον· τὸ γὰρ μὴ εἶναι σημεῖον δι’ ἀποδείξεως, ἣ δή ἐστι σημεῖον, δείκνυται. ἤτοι δὲ ἔστι σημεῖον ἢ οὐκ ἔστι σημεῖον· ἔστιν ἄρα σημεῖον.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.