οὐκ ἄρα ἔστι σημεῖον. ὅτι μὲν οὖν ἄδηλα οὐκ ἔστι πάντα τὰ σημεῖα, ἐντεῦθεν δείκνυται. τὸ ἄδηλον οὐκ ἐξ ἑαυτοῦ φαίνεται, ὧς οἱ δογματικοί φασιν, ἀλλὰ δι’ ἑτέρου ὑποπίπτει. καὶ τὸ σημεῖον οὖν, εἰ ἄδηλον εἴη, ἑτέρου δεήσεται
σημείου ἀδήλου, ἐπεὶ μηδὲν φαινόμενόν ἐστι σημεῖον κατὰ τὴν προκειμένην ὑπόθεσιν, κἀκεῖνο ἄλλου, καὶ μέχρις ἀπείρου. ἀδύνατον δὲ ἄπειρα σημεῖα λαμβάνειν· ἀδύνατον ἄρα τὸ σημεῖον καταληφθῆναι ἄδηλον ὄν. διὰ δὲ τοῦτο καὶ ἀνύπαρκτον ἔσται, μὴ δυνάμενον σημαίνειν τι καὶ σημεῖον
εἶναι διὰ τὸ μὴ καταλαμβάνεσθαι.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.