τοῦ πότερον ἔστι τι σημεῖον ἢ οὐκ ἔστιν, ἀμφισβήτησις ἔσται καὶ περὶ τοῦ πότερον ἔστιν ἀπόδειξις ἢ οὐδαμῶς, ὥσπερ καθ’ ὑπόθεσιν ζητουμένου εἰ ἔστι ζῷον, ζητεῖται καὶ περὶ τοῦ εἰ ἔστιν ἄνθρωπος· ζῷον γὰρ ὁ ἄνθρωπος. ἄτοπον δὲ τὸ ζητούμενον διὰ τοῦ ἐπ’ ἴσης ζητουμένου
ἢ δι’ ἑαυτοῦ ἀποδεικνύναι· οὐδὲ δι’ ἀποδείξεως ἄρα δυνήσεταί τις διαβεβαιοῦσθαι, ὅτι ἔστι σημεῖον.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.