οὗτοι· ἡμεῖς δὲ λέγομεν πρῶτον, ὅτι ἄδηλόν ἐστιν, εἰ ἔστι <τι> λεκτόν. ἐπεὶ γὰρ τῶν δογματικῶν οἱ μὲν
Ἐπικούρειοί (fr. 259 Us.) φασι μὴ εἶναί <τι> λεκτὸν, δὲ Στωικοὶ εἶναι, ὅταν λέγωσιν οἱ Στωικι εἶναί τι λεκτόν, ἤτοι μόνῃ φάσει χρῶνται ἢ καὶ ἀποδείξει. ἀλλ’ εἰ μὲν φάσει, ἀντιθήσουσιν αὐτοῖς οἱ Ἐπικούρειοι φάσιν τὴν λέγουσαν,
ὅτι οὐκ ἔστι τι λεκτόν· εἰ δὲ ἀπόδειξιν παραλήψονται ἐπεὶ ἐξ ἀξιωμάτων συνέστηκε λεκτῶν ἡ ἀπόδειξις, ἐκ τῶν λεκτῶν δὲ συνεστῶσα οὐ δυνήσεται πρὸς πίστιν τοῦ λεκτὸν εἶναι παραλαμβάνεσθαι ὁ γὰρ μὴ διδοὺς εἶναι λεκτὸν πῶς συγχωρήσει σύστημα λεκτῶν ὑπάρχειν;)
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.