τούς λόγους διαβεβαιοῦσθαι, ἢ μετὰ τοῦ νοεῖν καὶ <τὸ> τὴν ὕπαρξιν ἐκείνων τιθέναι περὶ ὧν διαλεγόμεθα. εἰ μὲν γὰρ καταλαμβάνειν εἶναι λέγουσιν ἐν τῷ λόγῳ τὸ καταληπτικῇ φαντασίᾳ συγκατατίθεσθαι, τῆς καταληπτικῆς φαντασίας οὔσης ἀπὸ ὑπάρχοντος, κατ' αὐτὸ 1 τὸ ὑπάρχον ἐναπομεμαγμένης καὶ ἐναπεσφραγισμένης,
οἴα οὐκ ἂν γένοιτο ἀπὸ μὴ ὑπάρχοντος, οὐδὲ αὐτοὶ βουλήσονται τάχα μὴ δύνασθαι ζητεῖν περὶ ἐκείνων ἃ μὴ κατειλήφασιν οὕτως.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.