τὸν Πλάτωνα οὖν οἱ μὲν δογματικὸν ἔφασαν εἶναι, οἱ δὲ ἀπορητικόν, οἱ δὲ κατὰ μέν τι ἀπορη- τικόν, κατὰ δέ τι δογματικόν· ἐν μὲν γὰρ τοῖς γυμναστικοῖς [φασι] λόγοις, ἔνθα ὁ Σωκράτης εἰσάγεται ἤτοι παίζων πρός τινας ἢ ἀγωνιζόμενος πρὸς σοφιστάς,
γυμναστικόν τε καὶ ἀπορητικόν φασιν ἔχειν αὐτὸν χαρακτῆρα, δογματικὸν δέ, ἔνθα σπουδάζων ἀποφαίνεται ἤτοι διὰ Σωκράτους ἢ Τιμαίου ἤ τινος τῶν τοιούτων.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.