εἶναι νομίζομεν οὐχὶ τὸ ἀπλῶς λέγειν τι, ἀλλὰ τὸ πρᾶγμα ἄδηλον προφέρεσθαι μετὰ συγκαταθέσεως. οὕτω γὰρ οὐδὲν ὁρίζων ὁ σκεπτικὸς τάχα εὑρεθήσεται, οὐδὲ αὐτὸ τὸ ‘οὐδὲν ὁρίζω·’ οὐ γάρ ἐστι δογματικὴ ὑπόληψις, τουτέστιν ἀδήλῳ συγκατάθεσις, ἀλλὰ φωνὴ πάθους ἡμετέρου δηλωτική.
ὅταν οὖν εἴπῃ ὁ σκεπτικὸς ‘οὐδὲν ‘ορίζω’, τοῦτό φησιν ‘ἐγὼ οὕτω πέπονθα νῦν ὧς μηδὲν τῶν ὑπὸ τὴν ζήτησιν τήνδε πεπτωκότων τιθέναι δογματικῶς ἢ ἀναιρεῖν’. τοῦτο δέ φησι λέγων τὸ ἑαυτῷ φαινόμενον περὶ τῶν προκειμένων ἀπαγγελτικῶς, οὐ δογματικῶς μετὰ πεποιθήσεως
ἀποφαινόμενος, ἀλλ’ ὃ πάσχει διηγούμενος.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.