1. 1.
[κουλεὸν εἰς] ἑτέρην περίαπτε καὶ εἰν ἄορ ἧκεν·
ὡς ἴδον, ο[ἳ δ’] ἅμα πάντες ὑπ[έτρ]εσ[α]ν ἠδ’ [ἐλίασ]θεν
ἄνδρα μέγαν καὶ θῆρα πελώριον ἄντ[α ἰ]δέσθαι,
μέσφ’ ὅτε δὴ Θησεύς φιν ἀπόπροθι μακρὸν ἄυσε·
μίμνετε θαρσήεντες, ἐμῷ δέ [τ]ις Αἰγέϊ πατρὶ
νεύμενος ὅς τ’ [ὤ]κιστος ἐς ἄστυρον ἀγγελιώτης
ὣς ἐνέποι—πολέων κεν ἀναψύξειε μεριμνέων—
Θησεὺς οὐχ ἑκὰς οὗτος, ἀπ’ εὐύδρου Μαραθώνος
[ζ]ωὸν ἄγων τὸν ταῦρον. ὁ μὲν φάτο, τοὶ δ’ ἀίοντες
[π]άντες [ἰ]ὴ παιῆον ἀνέκλαγον, αὖθι δὲ μίμνον.
οὐχὶ νότος τόσσην γε χύσιν κατεχεύατο φύλλων,
οὐ βορέης οὐδ’ αὐτὸς ὅτ’ ἔπλετο φυλλοχόος μ[ε]ίς,
[ὅ]σσα τότ’ [ἀ]γ[ρ]ῶσται περί [τ’] ἀμφί [τ]ε Θησέι βάλλον,
[οἵ μιν ἐκυκλώσα]ντο περιστα [δ]όν, αἱ δὲ γυναῖκες
...στόρνῃσιν ἀνέστεφον.
1. 2.
καί ῥ’ ὅτ’ ἐποφ . . . ἐφ’ (?) ὃν ἄν τιν’ ἕκαστοι
Οὐρανίδαι ἐπάγοιεν ἐμῷ πτ[ε]ρῷ, ἀλλά ἑ Παλλὰς
τῆς μὲν ἔσω δηναι(ὸ)ν (?) ἀφῆ δρ[ό]σον Ἡφαίστοιο,
μέσφ’ ὅτε Κεκροπίδῃσιν ἐπ’ Ἀκτῇ θήκατο λᾶαν,
λάθριον ἄρρητον, γενεῇ δ’ ὅθεν οὐδέ νιν ἔγνων
οὔτ’ ἐδάην, φήμῃ δὲ κατ’ ὠγυγίους (?) ἔφαν [α]ὐταὶ
οἰωνούς, ὡς δῆθεν ὑφ’ Ἡφαίστῳ τέκεν Αἶα.
τ[ο]υτάκι δ’ δ’ ἡ μὲν ἑῆς ἔρυμα χθονὸς ὄφρα βάλοιτο,
τήν ῥα νέον ψήφῳ [τ]ε Διὸς δυ [ο] καίδεκα τ’ ἄλλων
ἀθανάτων ὄφιός τε κατέλλαβε μαρτυρίῃσιν,
Πελλήνην ἐφίκανεν Ἀχαιΐδα· τόφρα δὲ κοῦραι
αἱ φυλακοὶ κακὸν ἔργον [ἐ]πεφράσσαντο τελέσσαι
κείστης . . . . . . δεσμά τ’ ἀνεῖσαι . . .
1. 3.
Ἀθήνης
. . . μοῦναι δὲ παραπτυ[όμεσθα] κορῶναι.
[δαίμοσιν· οὐ γὰρ ἔγωγε] τεόν ποτε, πότνια, θυμόν,
. . . [ὅσα] πολλὰ παραίσια μήποτ’ ἐλαφροὶ
[ζή]σομεν οἰωνοί, τότε δ’ ὤφελον [εἶναι ἄναυδος]·
οὕτως ἡμετέρην μὲν ἀπέπτυσεν, οὐδὲ γενέθλην
ἡμετέρην ἑ καλεῖν [μάλ’ ἐπιτρέπει· ἀλλὰ πέσοις σὺ
μηδέποτ’ ἐκ θυ[μοῖ]ο· βαρὺς χόλος αἰὲν Ἀθήνης·
αὐτὰρ ἐγὼ τυτθὸς πορέ[ην γ]όνος· [ὀ]γδ[ο]άτ[η] γὰρ
ἤδη μοι γενεὴ πέλ[εται, δεκάτη δὲ τοκεῦσι.
[δεί]ελος ἀλλ’ ἢ νύξ ἢ ἔνδιος ἢ ἔσετ’ ἠώς,
εὖτε κόραξ, [ὃ]ς νῦν γε καὶ ἂν κύκνοισιν ἐρίζοι
καὶ γάλακι χροιὴν καὶ κύματος ἄκρῳ ἀώτῳ,
κυάνεον φὴ πίσσαν ἐπὶ πτερὸν οὐλοὸν ἕξει,
ἀγγελίης ἐπίχε [ι]ρα τά οἵ ποτε Φοῖβος ὀπάσσει,
ὁππότε [κ]εν Φλεγύαο Κορωνίδος ἀμφὶ θυγατρὸς
Ἴσχυι πληξίππῳ σπομένης μιερόν τ[ι] πύθηται.
τὴν μὲν ἄρ’ ὣς φαμένην ὕπνος λάβε, τὴν δ’ ἀΐουσαν·
καδδραθέτην δ’ οὐ πολλὸν ἐπὶ χρόν [ον], αἶψα γὰρ ἦλθεν
στιβήεις ἄγχουρος· ἴτ’, οὐκέτι χεῖρες ἔπαγροι
φιλητέων· ἤδη γὰρ ἑωθινὰ λύχνα φαείνει·
[ἀ]είδει καί πού τις ἀνὴρ ὑδατηγὸς ἱμαῖον·
ἔγρει καί τιν’ ἔχοντα παρ[ὰ] πλόον οἰκίον ἄξων
τετριγὼς ὑπ’ ἄμαξαν, ἀνιάζουσι δὲ πυκνοὶ
[δμ]ῶοι χαλκῆες κωφώμενοι ἐν[τὸς] ἀκουήν.
Hecala. Callimachus. ed. A. W. Mair, ed. G. R. Mair. London. 1921.
Funding provided by Center for Hellenic Studies.