[ἦ]που καὶ Χαρίτων [σὺ λοχεύτ]ρια, μαῖα δ’ ἀνάσσης
[ἡμε]τέρης, οὔ σε ψευδον ὑμῳ στό]ματι
πάντ’ ἀγαθὴν καὶ πάντα τ[ελ]εσφόρον εἶπε[ν ἀοιδὸς
κεῖνος τῷ Μοῦσαι πολλὰ νέμοντι βοτὰ
σὺν μύθους ἐβάλοντο παρ’ ἴχν[ι]ον [ι]ον ὀξέος ἵππου·
χαῖρε, σὺν εὐεστοῖ δ’ ἔρχεο λωιτέρῃ.
χαῖρε, Ζεῦ, μέγα καὶ σύ, σάω δ’ [ὅλο]ν οἶκον ἀνάκτων·
αὐτὰρ ἐγὼ Μουσέων πεζὸς [ἔ]πειμι νομόν.
Aetia. Callimachus. ed. A. W. Mair, ed. G. R. Mair. London. 1921.
Funding provided by Center for Hellenic Studies.