δύναμιν ὑπαγορεύειν τὸ συμφέρον. μάθοι δ’ ἄν τις, ὅτι
μηδὲν ἡ δύναμις δείκνυται βοήθημα, διὰ τούτων. εἴπερ ἡ
δύναμις αὐτάρκης ὑπάρχουσα βοήθημά τι ἐνδείκνυται ἐπὶ
τῶν ὑγιαινόντων, διότι αὐτάρκης ἐστὶν, ἐνδείξεται τὸ βοήθημα.
ἀλλὰ μὴν οὐδὲ ἐπὶ τῶν ὑγιαινόντων βοήθημα ἐνδείκνυται.
οὐδ’ ἄρα ἐπὶ τῶν νοσούντων καὶ ἡ σύμμετρος
συμφέρον ἐνδείξεται. ἐπεὶ τοίνυν, ἐφ’ ὧν ἐνδείξεται δύναμις, οὐ πάρεστι τὸ ἀπαιτοῦν, οὐ παραλαμβάνομεν βοήθημα, δῆλον
δὲ, ὅτι οὐδὲν ἐνδείκνυται συμφέρον ἡ δύναμις. δεῖ γὰρ
τὸν σκοπὸν τὰ παρόντα ἐνδείκνυσθαι. ὅτι δὲ κωλῦσαι μὲν,
ὡς ἔφην, τὸ ἀπαιτούμενον παραλαβεῖν, ἡ δύναμις δύναται,
σκοπὸς δὲ βοηθήματος οὐκ ἔστιν.
De optima secta ad Thrasybulum. Pseudo-Galen. ed. Karl Gottlob Kühn. Lipsiae. 1821.
Funding provided by Andrew W. Mellon Foundation.