ἐνδείκνυνται τὸ συμφέρον, ὑποδείξομεν. πρὸς δὲ τοῦ
λόγου τούτου περὶ τῆς τῶν καιρῶν διαφορᾶς ὀλίγα χρὴ
διεξελθεῖν. δύο τοίνυν καιρῶν διαφοραὶ παρὰ τοῖς ἰατροῖς
λέγονται, οἱ μὲν νοσημάτων, οἱ δὲ βοηθημάτων. ἐντεῦθεν
ἂν εὔδηλος καὶ ἡ θεραπεία γένοιτο· τὰς κινήσεις τῶν αἰτιῶν
καιροὺς εἶναι λέγουσιν. εἰσὶ δὲ κινήσεως διαφοραὶ
τέσσαρες, ἀρχὴ, ἐπίδοσις, ἀκμὴ, καὶ παρακμή. ταῦτα δ’
ἐστὶ καὶ τῶν καιρῶν ὀνόματα. τοὺς δὲ τῶν βοηθημάτων
καιροὺς τοὺς ἐπιτηδείους χρόνους εἰς παράληψιν αὐτῶν εἶναι λέγουσιν. εἰσὶ δὲ ἐπιτήδειοι χρόνοι, ἐν οἷς τὰ μὲν ἀπαιτοῦντα
τὴν παράληψιν τοῦ βοηθήματος πάρεστι, τῶν δὲ
κωλυόντων οὐδέν ἐστι.
De optima secta ad Thrasybulum. Pseudo-Galen. ed. Karl Gottlob Kühn. Lipsiae. 1821.
Funding provided by Andrew W. Mellon Foundation.