ἐροῦμεν, καὶ πρῶτον περὶ τῆς στεγνώσεως ῥητέον. τὴν τοίνυν
στέγνωσιν πύκνωσίν φασιν εἶναι καὶ ἐποχὴν τῶν ἐκκρίσεως
δεομένων. ἀνάγκη τοίνυν τὰ ἐπεχόμενα ἢ ὠφέλιμα
εἶναι ἢ βλαβερὰ ἢ μηδέτερα. ἐὰν μὲν οὖν ὠφέλιμα
ᾖ, ἄλογόν ἐστιν ἐκκρίνειν αὐτά. ἐὰν δὲ μηδέτερα,
δηλονότι οὐδὲ πάθος ἐστίν. λείπεται οὖν λέγειν, ὅτι, ἐπειδὰν
βλάπτῃ τὰ ἐπεχόμενα, στέγνωσίς ἐστιν. ἃ δὲ βλάπτει,
αἴτιά ἐστιν. ἐκ προκαταλήψεως οὖν τῶν αἰτιῶν τὸ στεγνὸν
καταλαμβάνεται. ἵνα γὰρ εἰδῶμεν, ὅτι στεγνὸν, δεῖ προεγνωκέναι,
ὅτι τὰ ἐπεχόμενα βλάπτει. τῇ δὲ τῶν βλαπτόντων
καταλήψει καὶ ἡ τῶν αἰτιῶν συμπροσπίπτει ἐπίγνωσις.
μᾶλλον δ’ ἡ τῶν βλαπτόντων ἐπίγνωσις αἰτιῶν ἐστι κατάληψις.
πάλιν δὲ αὐτὰ τὰ βλάπτοντα, ἅπερ ἐστὶν αἴτια,
οὐκ ἐξ ἑαυτῶν καταλαμβάνεται. οὐ μόνον οὖν ἡ στέγνωσις φαίνεται, ἀλλ’ οὐδ’ ἐκεῖνα, ἐξ ὧν ἡ στέγνωσις καταλαμβάνεται.
De optima secta ad Thrasybulum. Pseudo-Galen. ed. Karl Gottlob Kühn. Lipsiae. 1821.
Funding provided by Andrew W. Mellon Foundation.