Προέστησαν δὲ τῆς μὲν λογικῆς αἱρέσεως Ἱπποκράτης
Κῶος, ὃς καὶ αἱρεσιάρχης ἐγένετο καὶ πρῶτος συνέστησε
τὴν λογικὴν αἵρεσιν, μετὰ δὲ τοῦτον Διοκλῆς ὁ Καρύστιος,
Πραξαγόρας Κῶος, Ἡρόφιλος Χαλκηδόνιος, Ἐρασίστρατος
Χῖος, Μνησίθεος Ἀθηναῖος, Ἀσκληπιάδης Βιθυνὸς, Κιανὸς,
ὃς καὶ Προυσίας ἐκαλεῖτο. τῆς δὲ ἐμπειρικῆς προέστησε
Φιλῖνος Κῶος, ὁ πρῶτος αὐτὴν ἀποτεμνόμενος ἀπὸ τῆς
λογικῆς αἱρέσεως, τὰς ἀφορμὰς λαβὼν παρὰ Ἡροφίλου, οὗ
καὶ ἀκουστὴς ἐγένετο. θέλοντες δὲ ἀπαρχαΐζειν ἑαυτῶν τὴν
αἵρεσιν, ἵνα ᾖ πρεσβυτέρα τῆς λογικῆς, Ἄκρωνα τὸν Ἀκραγαντῖνόν
φασιν ἄρξασθαι αὐτῆς. μετὰ Φιλῖνον ἐγένετο Σεραπίων
Ἀλεξανδρεὺς, εἶτα Ἀπολλώνιοι δύο, πατήρ τε καὶ
υἱὸς, Ἀντιοχεῖς. μεθ᾿ οὓς Μηνόδοτος καὶ Σέξστος, οἳ καὶ ἀκριβῶς ἐκράτυναν αὐτήν. μεθοδικῆς δὲ ἦρξε μὲν Θεμίσων
ὁ Λαοδικεὺς τῆς Συρίας, παρ᾿ Ἀσκληπιάδου τοῦ λογικοῦ
ἐφοδιασθεὶς εἰς τὴν εὕρεσιν τῆς μεθοδικῆς αἱρέσεως.
ἐτελείωσε δὲ αὐτὴν Θεσσαλὸς ὁ Τραλλιανός. οἱ δὲ μετὰ
τούτους Μνασέας, Διονύσιος, Πρόκλος, Ἀντίπατρος· διεστασίασαν
δὲ περί τινων ἐν αὐτῇ Ὀλυμπιακὸς ὁ Μιλήσιος
καὶ Μενέμαχος ὁ Ἀφροδισεὺς καὶ Σωρανὸς ὁ Ἐφέσιος.
ἐγένοντο δέ τινες καὶ ἐπισυνθετικοὶ, ὡς Λεωνίδης ὁ
Ἀλεξανδρεύς. καὶ ἐκλεκτοὶ, ὡς Ἀρχιγένης ὁ Ἀπαμεὺς τῆς Συρίας.
Introductio seu medicus. Pseudo-Galen. ed. Karl Gottlob Kühn. Lipsiae. 1827.
Funding provided by Andrew W. Mellon Foundation.