ἐπιτελεῖται δὲ οὕτως· ἀρχὴ κατὰ μεταφρένου τὸ σπείραμα
λοξῶς ἐπ’ ὠμοπλάτην ἀκρώμιον, ὑπὸ μασχάλην, εἶτ’ ἐπ’ ἀκρώμιον ὡς χίασμα κατ’ αὐτοῦ γίγνεσθαι καὶ λοξὴ κατὰ
μαστοὺς ἐπ’ ὀμφαλὸν, ἀπ’ ὀμφαλοῦ κλάσαντες ἄγομεν ἐπὶ
μαστὸν ἀντικείμενον λοξὴν ἐπ’ ἀκρώμιον ὡς χίασμα κατ’
αὐτοῦ γίγνεσθαι, εἶτ’ ἐπὶ μετάφρενον, εἶτ’ ἐν ἐπικυκλίοις
περὶ τὰς πλευρὰς, αἱ δ’ ἐπινομαὶ κατὰ τῶν αὐτῶν.
De fasciis. Pseudo-Galen. ed. Karl Gottlob Kühn. Lipsiae. 1829.
Funding provided by Andrew W. Mellon Foundation.