ἐπιτελεῖται δὲ οὕτως· ἐπικλείσαντες τὸν ἀπὸ δύο ἀρχῶν καταφράκτην,
μετὰ πολλὰς ἐγκυκλίους περιβάλλειν ἐπινεμήσεις
τῷ θώρακι, ὥστε σκεπάσαι μέχρις ὀμφαλοῦ, τότε τὰς ἀρχὰς
πρὸς ἀλλήλας ἁμματίζομεν τὸν λύκον ποιοῦντες βρόχον,
ἀπάγοντές τε τὰ λειπόμενα τῶν ἀρχῶν ἐπὶ δεξιὰν καὶ ἀριστερὰν
λαγόνα ὑποβύομεν ταῖς ἐγκυκλίοις ἐπινεμήσεσι τὰ
πέρατα ἐῶντες κρεμάσθαι ὡσανεὶ τετραδακτυλιαῖα τὸ μῆκος
ὄντα, ἵνα αὐτῶν ἡ ὄψις ὡσανεὶ θώρακος κροσσοὶ γίνωνται. 494
De fasciis. Pseudo-Galen. ed. Karl Gottlob Kühn. Lipsiae. 1829.
Funding provided by Andrew W. Mellon Foundation.