ἢ μετάφρενον ἢ πλευρὰς ἢ θώρακα ἐπιδῆσαι θέλομεν, δύο
δὲ τελαμώνων μεσότητα σύμμετρον κατὰ τῶν ὤμων θέντες
τὰς ἀρχὰς ἐπ’ εὐθείας κάτω παρίεμεν. ἔπειτα εἰλητῷ ἐπιδέσμῳ
κατὰ κύκλον ἐπιδήσαντες τό τε ὅλον στῆθος καὶ τὰς
πλευρὰς ὥστε σκεπάσαι καταλαμβανόμενοι τὸ πέρας τὰς παρειμένας κάτω ἀρχὰς ὄπισθέν τε καὶ ἔμπροσθεν ταῖς
ἐγκυκλίοις προσαπτόμενοι, κἂν ἐπιμηκέστεραι ὦσιν ἀνακλάτες
ἐπ’ ἀκρώμιον προσασφαλιζόμεθα.
De fasciis. Pseudo-Galen. ed. Karl Gottlob Kühn. Lipsiae. 1829.
Funding provided by Andrew W. Mellon Foundation.