κορυφὴν, βρέγμα, μεσόφρυον, εἶτ’ ἐκ πλαγίων τῆς ῥινὸς
487 παρὰ μέγαν κανθὸν ἐπ’ εὐθείας ἐπὶ παρακείμενον
πτερύγιον ῥινὸς ἐπὶ χαλινὸν, εἶθ’ ὑπ’ ἀνθερεῶνα καὶ ὑπὸ
λοβὸν ὠτὸς ἐπὶ ἰνίον, ἀπὸ ἰνίου λοξὴ παρὰ κορυφὴν καὶ ἐπὶ βρέγμα, ἀντικειμένη τῇ πρώτῃ ἐπὶ μεσόφρυον, ὡς κατ’
αὐτοῦ χίασμα γίνεσθαι, καὶ ἐκ πλαγίων τῆς ῥινὸς ἀντικειμένη
τῇ πρώτῃ ἐπὶ χαλινόν· εἶθ’ ὑπ’ ἀνθερεῶνα καὶ ὑπὸ
λοβὸν ὠτὸς ἀντικειμένου, εἶτ’ ἐπὶ ἰνίον, ἀπὸ ἰνίου μετωπιαία
καὶ ὑπὸ τὸ ὕψωμα τῆς ῥινός· εἶθ’ ὑπὸ λοβὸν ὠτὸς
ἀντικειμένου καὶ ἐπὶ ἰνίον. ταύτῃ τῇ ἐπιδέσει ἔνιοι καὶ
γενειάδα προστιθέασιν, ἁρμόζει δὲ ἐφ’ ὧν μεσόφρυον καὶ τὸ
τῆς ῥινὸς ὕψωμα συνεπιδῆσαι θέλομεν.
De fasciis. Pseudo-Galen. ed. Karl Gottlob Kühn. Lipsiae. 1829.
Funding provided by Andrew W. Mellon Foundation.