συνεχὲς ἐῶντες ὃ καὶ ὑπὸ τὸ σφαίριον τάξαντες τὰς
ὑπερκειμένας κάτω παρίεμεν, τὰς δὲ ὑποκειμένας πρώτην
ἄγομεν 485 ἐπὶ τὰ μῆλα καὶ τοὺς ἔξω κανθοὺς ἐπὶ βρέγμα, καὶ χιάσαντες συνέχειν ὑπηρέτῃ κελεύομεν. τὰς δ’
ἄλλας δύο ἀρχὰς ὑπὸ λοβοὺς ἐπὶ ἰνίον χιάσαντες ἐγκυκλίους
ἐπὶ μέτωπον καὶ ἐπὶ μέρος τῆς κεφαλῆς ἀναλαμβανόμενοι
καὶ τὰς διακρατουμένας ἐπὶ ἰνίον ἄγοντες καταλαμβάνομεν.
De fasciis. Pseudo-Galen. ed. Karl Gottlob Kühn. Lipsiae. 1829.
Funding provided by Andrew W. Mellon Foundation.