ὦτα οὕτως ὀνομάζεται. ἐπιδεῖται δ’ ἤτοι εὐπρεπείας χάριν
ἐν μονομαχίαις ἢ χάριν τοῦ κράτημα γίγνεσθαι τῆς κεφαλῆς
ἐπὶ προσώπου τινὸς συμπτώματος μεθοδευομένου· ἀλλ’ εἰ μὲν εὐπρεπείας ἕνεκα ἐπιδέοιτο βραχέα εἶναι δεῖ ταῦτα
καὶ ἐν μέσῳ τῷ μετώπῳ τετάχθαι. οὕτω γὰρ ἂν τὴν ἐμφέρειαν
πρὸς τὸ ζῶον ἀποσώζοι· εἰ δὲ κρατήματος μεγάλα,
ἵνα τις λαβόμενος τῶν δακτύλων ἀγκύλων κρατεῖν δύναται
καὶ ἐν μέσῳ.
De fasciis. Pseudo-Galen. ed. Karl Gottlob Kühn. Lipsiae. 1829.
Funding provided by Andrew W. Mellon Foundation.