ἔχει δέ τινα μετὰ τῆς εὐχρηστίας καὶ εὐμορφίαν. ἐπὶ
συντελουμένῳ τῷ θόλῳ στενοῦ τελαμῶνος τὴν ἀρχὴν καὶ
τάξαι δεῖ ὑπὸ ταῖς ἐπινεμήσεσι ταῖς κατ’ ἰνίου, ἐκεῖθέν τε
λοξὴν ἄγειν κορυφὴν ἐπὶ βρέγμα. μέτωπον ὑπειλήσεται
τοῖς κατὰ μέτωπον τῆς πρώτης ταινίας ἀγκύλην, εἶτα ἄγειν
λοξὴν ἐπὶ βρέγμα, κορυφὴν, ἰνίον. ἀπὸ ἰνίου ἐπὶ λοβὸν
ὠτὸς δεξιοῦ καὶ ἐπὶ βρέγμα καὶ ἐπὶ τὸν ἀριστερὸν τοῦ ὠτὸς
λοβὸν καὶ ἐπὶ ἰνίον. ταύτῃ τῇ ἐπιδέσει εἰς ἀσφάλειαν μετωπιαίαν
ἡμεῖς προσαποδίδομεν.
De fasciis. Pseudo-Galen. ed. Karl Gottlob Kühn. Lipsiae. 1829.
Funding provided by Andrew W. Mellon Foundation.