εἰπεῖν, πρότερον ἐμφανίσαντα ὡς τῶν ἐπινεμήσεων ἡ
μέν τις λέγεται εὐθεῖα, ἡ δὲ πλαγία, ἡ δὲ λοξὴ, ὡς τὰ
ὀνόματα σημαίνει· ἄλλη δὲ στεφανιαία, ἡ δὲ μετωπιαία, ἡ
δὲ παρείας, ἡ δὲ γενειὰς, ἡ δὲ εὔκυκλος, ἡ δὲ κυκλικὴ
ἐπίδεσις, ἄλλη δὲ σκέπαρνος. στεφανιαία μὲν οὖν ἐστιν ἡ
κατὰ τοῦ βρέγμα 477 τος ἀγομένη ὁμοίως τοῖς στέφεσι, μετωπιαία δὲ ἡ ἐπὶ τοῦ μετώπου κατακυκλουμένη, γενειὰς
δὲ ἡ κατὰ γενείου. ὁμοίως δὲ καὶ παρειὰς ἀπὸ τοῦ μέρους,
σκέπαρνος δὲ ἥτις καθ’ ἓν μέρος κοίλη ἐστὶν ὑπό τι μονοειδὲς
οὖσα. κατὰ δὲ τὸ ἕτερον περίκυρτος. τῶν οὖν καταβαλῶν
ταῦτα τὰ ὀνόματα.
De fasciis. Pseudo-Galen. ed. Karl Gottlob Kühn. Lipsiae. 1829.
Funding provided by Andrew W. Mellon Foundation.