τῷ δʼ Ἐπαμινώνδᾳ τὰ μὲν τῶν προγόνων ὑπῆρχεν ἐς γένους δόξαν, ὁ δέ οἱ πατὴρ χρημάτων ἕνεκα μέσου ἀνδρὸς ἀπέδει Θηβαίου· διδάγματα δὲ αὐτοῖς τά τε ἐπιχώρια ἔμαθεν ἐς τὸ ἀκριβέστατον καὶ ὡς ἤδη μειράκιον ἦν ἐφοίτησεν ὡς Λῦσιν, ἄνδρα γένος μὲν Ταραντῖνον, ἐπιστάμενον δὲ τοὺς Πυθαγόρου τοῦ Σαμίου λόγους. λέγεται δὲ ὁ Ἐπαμινώνδας, ἡνίκα ἐπολέμουν Λακεδαιμόνιοι Μαντινεῦσι, πεμφθῆναι σὺν ἄλλοις ἀνδράσιν ἐκ Θηβῶν Λακεδαιμονίοις ἐπαμύνειν· ἔχοντα δὲ τραύματα ἐν τῇ μάχῃ Πελοπίδαν ἐξέσωσεν 0 ἐς ἅπαν ἀφικόμενος κινδύνου.
Θηβαίοις μὲν ἡ νίκη κατείργαστο ἐπιφανέστατα πασῶν ὁπόσας κατὰ Ἑλλήνων ἀνείλοντο Ἕλληνες· Λακεδαιμόνιοι δὲ ἐς τὴν ὑστεραίαν τοὺς τεθνεῶτας διενοοῦντο ὡς θάψοντες καὶ ἀποστέλλουσι κήρυκα ἐς τοὺς Θηβαίους. Ἐπαμινώνδας δέ, ἐπιστάμενος ὡς ἐπικρύπτεσθαι τὰς συμφορὰς ἀεί ποτε οἱ Λακεδαιμόνιοι πεφύκασιν, ἔφασκεν ἀναίρεσιν τῶν νεκρῶν προτέροις αὐτῶν διδόναι τοῖς συμμάχοις, ἐπὶ δὲ ἐκείνοις ἀνελομένοις οὕτω καὶ τοὺς Λακεδαιμονίους ἠξίου θάπτειν τοὺς αὑτῶν.
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.