Φιλοποίμην δὲ ὑπὸ τὸν καιρὸν ἐσπεσὼν τοῦτον ἐς τὴν Σπάρτην ἠνάγκασεν ἐς τὸ Ἀχαϊκὸν Λακεδαιμονίους συντελέσαι. μετὰ δὲ οὐ πολὺν χρόνον Τίτος μὲν Ῥωμαίων τῶν περὶ τὴν Ἑλλάδα ἡγεμὼν καὶ Διοφάνης ὁ Διαίου Μεγαλοπολίτης, ἄρχειν ἐν τῷ τότε ᾑρημένος τῶν Ἀχαιῶν, ἤλαυνον ἐπὶ τὴν Λακεδαίμονα, ἐπενεγκόντες αἰτίαν Λακεδαιμονίοις βουλεύειν σφᾶς νεώτερα 0 ἐς Ῥωμαίους· Φιλοποίμην δέ, καίπερ ἐν τῷ παρόντι ἰδιώτης ὤν, ἀπέκλεισαν ὅμως ἐπιοῦσιν αὐτοῖς τὰς πύλας.
ἔμελλε δʼ ἄρα ὑπεροψίας δίκη περιήξειν καὶ Φιλοποίμενα. ὡς γὰρ δὴ τῶν Ἀχαιῶν ὄγδοον ἀπεδείχθη τότε ἡγεμών, ἀνδρὶ οὐ τῶν ἀδόξων ὠνείδισεν ἁλῶναι ζῶντα ὑπὸ τῶν πολεμίων αὐτόν· καὶ—ἦν γὰρ τηνικαῦτα ἐς Μεσσηνίους Ἀχαιοῖς ἔγκλημα—Λυκόρταν σὺν τῇ στρατιᾷ ὁ Φιλοποίμην ἀποστέλλει δῃώσοντα τῶν Μεσσηνίων τὴν χώραν, αὐτὸς δὲ τρίτῃ μάλιστα ὕστερον ἡμέρᾳ, πυρετῷ τε ἐχόμενος πολλῷ καὶ πρόσω βεβιωκὼς ἑβδομήκοντα ἐτῶν, ὅμως ἠπείγετο μετασχεῖν Λυκόρτᾳ τοῦ ἔργου· ἱππέας δὲ καὶ πελταστὰς ἦγεν ὅσον ἑξήκοντα.
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.