ἡ δὲ Μεγάλη πόλις νεωτάτη πόλεών ἐστιν οὐ τῶν Ἀρκαδικῶν μόνον ἀλλὰ καὶ τῶν ἐν Ἕλλησι, πλὴν ὅσων κατὰ συμφορὰν ἀρχῆς τῆς Ῥωμαίων μεταβεβήκασιν οἰκήτορες· συνῆλθον δὲ ὑπὲρ ἰσχύος ἐς αὐτὴν οἱ Ἀρκάδες, ἅτε καὶ Ἀργείους ἐπιστάμενοι τὰ μὲν ἔτι παλαιότερα μόνον οὐ κατὰ μίαν ἡμέραν ἑκάστην κινδυνεύοντας ὑπὸ Λακεδαιμονίων παραστῆναι τῷ πολέμῳ, ἐπειδὴ δὲ ἀνθρώπων πλήθει τὸ Ἄργος ἐπηύξησαν καταλύσαντες Τίρυνθα καὶ Ὑσιάς τε καὶ Ὀρνεὰς καὶ Μυκήνας καὶ Μίδειαν καὶ εἰ δή τι ἄλλο πόλισμα οὐκ ἀξιόλογον ἐν τῇ Ἀργολίδι ἦν, τά τε ἀπὸ Λακεδαιμονίων ἀδεέστερα τοῖς Ἀργείοις ὑπάρξαντα καὶ ἅμα ἐς τοὺς περιοίκους ἰσχὺν γενομένην αὐτοῖς.
Μεγαλοπολίταις δὲ ἐς τὴν Θηβαίων συμμαχίαν ἐγγραφεῖσιν ἀπὸ Λακεδαιμονίων δεῖμα ἦν οὐδέν. ὡς δὲ ἐς τὸν πόλεμον τὸν ἱερὸν ὀνομασθέντα οἱ Θηβαῖοι κατέστησαν καὶ αὐτοῖς ἐπέκειντο οἱ Φωκεῖς, τήν τε ὅμορον τῇ Βοιωτῶν ἔχοντες καὶ ὄντες οὐκ ἀδύνατοι χρήμασιν ἅτε τὸ ἱερὸν τὸ ἐν Δελφοῖς κατειληφότες, 0
Μεγαλοπολίταις δὲ καὶ Ἡραιεῦσι κατὰ τὰ εἰρημένα ἤδη μοι τοῦ Βουφάγου ποταμοῦ περὶ τὰς πηγάς εἰσιν ὅροι τῆς χώρας. γενέσθαι δὲ τῷ ποταμῷ τὸ ὄνομα ἀπὸ Βουφάγου φασὶν ἥρωος, εἶναι δὲ Ἰαπετοῦ τε παῖδα αὐτὸν καὶ Θόρνακος. ταύτην καὶ ἐν τῇ Λακωνικῇ Θόρνακα ὀνομάζουσι. λέγουσι δὲ καὶ ὡς ἐν Φολόῃ τῷ ὄρει τοξεύσειεν Ἄρτεμις Βουφάγον ἔργα τολμήσαντα οὐχ ὅσια ἐς τὴν θεόν.
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.