Σμύρναν δὲ ἐν ταῖς δώδεκα πόλεσιν οὖσαν Αἰολέων καὶ οἰκουμένην τῆς χώρας, καθʼ ἃ καὶ ἐς ἐμὲ ἔτι πόλιν ἣν καλοῦσιν ἀρχαίαν, Ἴωνες ἐκ Κολοφῶνος ὁρμηθέντες ἀφελόμενοι τοὺς Αἰολεῖς ἔσχον· χρόνῳ δὲ ὕστερον καὶ Ἴωνες μετέδοσαν Σμυρναίοις τοῦ ἐν Πανιωνίῳ συλλόγου. Ἀλέξανδρος δὲ ὁ Φιλίππου τῆς ἐφʼ ἡμῶν πόλεως ἐγένετο οἰκιστὴς κατʼ ὄψιν ὀνείρατος·
Ἴωσι δὲ ἔχει μὲν ἐπιτηδειότατα ὡρῶν κράσεως ἡ χώρα, ἔχει δὲ καὶ ἱερὰ οἷα οὐχ ἑτέρωθι, πρῶτον μὲν τὸ τῆς Ἐφεσίας μεγέθους τε ἕνεκα καὶ ἐπὶ τῷ ἄλλῳ πλούτῳ, δύο δὲ οὐκ ἐξειργασμένα Ἀπόλλωνος, τό τε ἐν Βραγχίδαις τῆς Μιλησίας καὶ ἐν Κλάρῳ τῇ Κολοφωνίων. δύο δὲ ἄλλους ἐν Ἰωνίᾳ ναοὺς ἐπέλαβεν ὑπὸ Περσῶν κατακαυθῆναι, τόν τε ἐν Σάμῳ τῆς Ἥρας καὶ ἐν Φωκαίᾳ τῆς Ἀθηνᾶς· θαῦμα δὲ ὅμως ἦσαν καὶ ὑπὸ τοῦ πυρὸς λελυμασμένοι.
ἡ δὲ Ἰωνία παρὲξ τῶν τε ἱερῶν καὶ τῆς τοῦ ἀέρος κράσεως παρέχεται καὶ ἄλλα ἐς συγγραφήν, ἡ μέν γε Ἐφεσία χώρα τόν τε Κέγχριον ποταμὸν καὶ τοῦ Πίονος τοῦ ὄρους τὴν φύσιν καὶ πηγὴν τὴν Ἁλιταίαν· ἐν δὲ τῇ Μιλησίᾳ πηγή τέ ἐστι Βιβλὶς καὶ ὅσα ἐς τῆς Βιβλίδος τὸν ἔρωτα ᾄδουσιν· ἐν δὲ τῇ Κολοφωνίων ἄλσος τε τοῦ Ἀπόλλωνος, δένδρα μελίαι, καὶ οὐ πόρρω τοῦ ἄλσους Ἄλης ποταμὸς ψυχρότατος τῶν ἐν Ἰωνίᾳ.
τὰ μὲν δὴ ἐν Ἰωνίᾳ θαύματα πολλά τε καὶ οὐ πολλῷ τινι τῶν ἐν τῇ Ἑλλάδι ἀποδέοντά ἐστιν·
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.