Φαραὶ δέ, Ἀχαιῶν πόλις, τελοῦσι μὲν ἐς Πάτρας δόντος Αὐγούστου, ὁδὸς δὲ ἐς Φαρὰς Πατρέων μὲν ἐκ τοῦ ἄστεως στάδιοι πεντήκοντά εἰσι καὶ ἑκατόν, ἀπὸ θαλάσσης δὲ ἄνω πρὸς ἤπειρον περὶ ἑβδομήκοντα. ποταμὸς δὲ ῥεῖ πλησίον Φαρῶν Πίερος, ὁ αὐτὸς ἐμοὶ 0 δοκεῖν ὃς καὶ τὰ Ὠλένου παρέξεισιν ἐρείπια, ὑπὸ ἀνθρώπων τῶν πρὸς θαλάσσῃ καλούμενος Πεῖρος. πρὸς δὲ τῷ ποταμῷ πλατάνων ἐστὶν ἄλσος, κοῖλαί τε ὑπὸ παλαιότητος αἱ πολλαὶ καὶ ἥκουσαι μεγέθους ἐς τοσοῦτο ὥστε καὶ ἑστιῶνται τῶν χηραμῶν ἐντός, καὶ ὁπόσοις ἂν κατὰ γνώμην ᾖ, καὶ ἐγκαθεύδουσι.
Τρίτεια δέ, Ἀχαιῶν καὶ αὕτη πόλις, ἐν μεσογαίῳ μὲν ᾤκισται, τελοῦσι δὲ ἐς Πάτρας καὶ αὐτοὶ βασιλέως δόντος· στάδιοι δὲ ἐς Τρίτειαν εἴκοσί τε καὶ ἑκατόν εἰσιν ἐκ Φαρῶν. πρὶν δὲ ἢ ἐς τὴν πόλιν ἐσελθεῖν, μνῆμά ἐστι λευκοῦ λίθου, θέας καὶ ἐς τὰ ἄλλα ἄξιον καὶ οὐχ ἥκιστα ἐπὶ ταῖς γραφαῖς αἵ εἰσιν ἐπὶ τοῦ τάφου, τέχνη Νικίου· θρόνος τε ἐλέφαντος καὶ γυνὴ νέα καὶ εἴδους εὖ ἔχουσα ἐπὶ τῷ θρόνῳ, θεράπαινα δὲ αὐτῇ προσέστηκε σκιάδιον φέρουσα·
αἵδε μὲν οὖν θαλάσσης τέ εἰσιν ἀπωτέρω πόλεις καὶ ἠπειρώτιδες βεβαίως· πλέοντι δὲ ἐς Αἴγιον ἐκ Πατρῶν ἄκρα πρῶτόν ἐστιν ὀνομαζομένη Ῥίον, σταδίους δὲ Πατρῶν πεντήκοντα ἀπέχουσα, λιμὴν δὲ ὁ Πάνορμος σταδίοις πέντε καὶ δέκα ἀπωτέρω τῆς ἄκρας. τοσούτους δὲ ἀφέστηκεν ἑτέρους ἀπὸ Πανόρμου τὸ Ἀθηνᾶς καλούμενον τεῖχος. ἐς δὲ λιμένα Ἐρινεὸν ἐξ Ἀθηνᾶς τείχους παράπλους ἐνενήκοντά εἰσι στάδιοι, ἑξήκοντα δὲ ἐς Αἴγιον ἀπὸ τοῦ Ἐρινεοῦ· ὁδὸς δὲ ἡ πεζὴ σταδίους τεσσαράκοντα μάλιστα ἐς τὸν ἀριθμὸν ἀποδεῖ τὸν εἰρημένον.
οὐ πόρρω δὲ τοῦ Πατρέων ἄστεως ποταμός τε ὁ Μείλιχος καὶ τὸ ἱερὸν τῆς Τρικλαρίας ἐν ὧ ἐστίν, 0 ἄγαλμα οὐδὲν ἔτι ἔχον. τοῦτο μὲν δή ἐστιν ἐν δεξιᾷ, προελθόντι δὲ ἀπὸ τοῦ Μειλίχου ποταμός ἐστιν ἄλλος· ὄνομα μὲν τῷ ποταμῷ Χάραδρος, ὥρᾳ δὲ ἦρος πίνοντα ἐξ αὐτοῦ τὰ βοσκήματα ὀφείλει τίκτειν ἄρρενα ὡς τὰ πλείω συμβαίνει, καὶ τοῦδε ἕνεκα οἱ νομεῖς ἑτέρωσε αὐτὰ τῆς χώρας μεθιστᾶσι πλήν γε δὴ τὰς βοῦς· ταύτας δὲ αὐτοῦ καταλείπουσιν ἐπὶ τῷ ποταμῷ, διότι καὶ πρὸς θυσίας οἱ ταῦροί σφισι καὶ ἐς τὰ ἔργα ἐπιτηδειότεροι θηλειῶν βοῶν εἰσιν, ἐπὶ δὲ τοῖς ἄλλοις κτήνεσι τὸ θῆλυ ἐπὶ πλέον τετίμηται.
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.