ἀφίκοντο δὲ ἐς τὴν Ἑλλάδα καὶ οἱ ἀποσταλέντες ἐκ Ῥώμης Λακεδαιμονίοις δικασταὶ καὶ Ἀχαιοῖς γενέσθαι, ἄλλοι τε καὶ Ὀρέστης· ὁ δὲ τούς τε ἐν ἑκάστῃ πόλει τῶν Ἀχαιῶν ἔχοντας τὰς ἀρχὰς καὶ Δίαιον ἐκάλει παρʼ αὑτόν. ἀφικομένοις δὲ ἔνθα ἔτυχεν αὐτὸς ἐσῳκισμένος, ἀπεγύμνου τὸν πάντα σφίσιν ἤδη λόγον, ὡς δίκαια ἡγοῖτο ἡ Ῥωμαίων βουλὴ μήτε Λακεδαιμονίους τελεῖν ἐς τὸ Ἀχαϊκὸν μήτε αὐτὴν Κόρινθον, ἀφεῖσθαι δὲ καὶ Ἄργος καὶ Ἡράκλειαν τὴν πρὸς Οἴτῃ καὶ
Ὀρχομενίους Ἀρκάδας συνεδρίου τοῦ Ἀχαιῶν· γένους τε γὰρ αὐτοῖς οὐδὲν τοῦ Ἀχαιῶν μετεῖναι καὶ ὕστερον τὰς πόλεις προσχωρῆσαι ταύτας πρὸς τὸ Ἀχαϊκόν.
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.