ἔστι δὲ ἐκ Μοθώνης ὁδὸς σταδίων μάλιστα ἑκατὸν ἐπὶ τὴν ἄκραν τὸ Κορυφάσιον· ἐπʼ αὐτῇ δὲ ἡ Πύλος κεῖται. ταύτην ᾤκισε Πύλος ὁ Κλήσωνος ἀγαγὼν ἐκ τῆς Μεγαρίδος τοὺς ἔχοντας τότε αὐτὴν Λέλεγας· καὶ τῆς μὲν οὐκ ὤνατο ὑπὸ Νηλέως καὶ τῶν ἐξ Ἰωλκοῦ Πελασγῶν ἐκβληθείς, ἀποχωρήσας δὲ ἐς τὴν ὅμορον ἔσχεν ἐνταῦθα Πύλον τὴν ἐν τῇ Ἠλείᾳ. Νηλεὺς δὲ βασιλεύσας ἐς τοσοῦτο προήγαγεν ἀξιώματος τὴν Πύλον ὡς καὶ Ὅμηρον ἐν τοῖς ἔπεσιν ἄστυ ἐπονομάσαι Νηλήιον.
τοῦ λιμένος δὲ ἡ Σφακτηρία νῆσος προβέβληται, καθάπερ τοῦ ὅρμου τοῦ Δηλίων ἡ Ῥήνεια· ἐοίκασι δὲ αἱ ἀνθρώπειαι τύχαι καὶ χωρία τέως ἄγνωστα ἐς δόξαν προῆχθαι. Καφηρέως τε γάρ ἐστιν ὄνομα τοῦ ἐν
Εὐβοίᾳ τοῖς σὺν Ἀγαμέμνονι Ἕλλησιν ἐπιγενομένου χειμῶνος ἐνταῦθα, ὡς ἐκομίζοντο ἐξ Ἰλίου· Ψυττάλειάν τε τὴν ἐπὶ Σαλαμῖνι ἴσμεν ἀπολομένων ἐν αὐτῇ τῶν Μήδων. ὡσαύτως δὲ καὶ τὴν Σφακτηρίαν τὸ ἀτύχημα τὸ Λακεδαιμονίων γνώριμον τοῖς πᾶσιν ἐποίησεν· Ἀθηναῖοι δὲ καὶ Νίκης ἀνέθηκαν ἄγαλμα ἐν ἀκροπόλει χαλκοῦν ἐς μνήμην τῶν ἐν τῇ Σφακτηρίᾳ.
ἀφικομένων δὲ ἐς Κυπαρισσιὰς ἐκ Πύλου σφίσι πηγὴ ὑπὸ τῇ πόλει πλησίον θαλάσσης ἐστί· ῥυῆναι δὲ Διονύσῳ τὸ ὕδωρ λέγουσι θύρσῳ πλήξαντι ἐς τὴν γῆν, καὶ ἐπὶ τούτῳ Διονυσιάδα ὀνομάζουσι τὴν πηγήν. ἔστι δὲ καὶ Ἀπόλλωνος ἐν Κυπαρισσιαῖς ἱερὸν καὶ Ἀθηνᾶς ἐπίκλησιν Κυπαρισσίας. ἐν δὲ Αὐλῶνι καλουμένῳ ναὸς Ἀσκληπιοῦ καὶ ἄγαλμά ἐστιν Αὐλωνίου· κατὰ τοῦτο ὁ ποταμὸς ἡ Νέδα μεταξὺ τῆς τε Μεσσηνίας ἤδη καὶ τῆς Ἠλείας διέξεισιν. 0
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.