ὀλίγον δὲ ἀπωτέρω Φαρῶν Ἀπόλλωνος ἄλσος ἐστὶ Καρνείου καὶ ὕδατος ἐν αὐτῷ πηγή· θαλάσσης δὲ ἕξ που στάδια ἀπέχουσιν αἱ Φαραί. ἐντεῦθεν πρὸς μεσόγαιαν τῆς Μεσσηνίας σταδίους προελθόντι ὀγδοήκοντα, ἔστιν ἡ Θουριατῶν πόλις, Ἄνθειαν δὲ αὐτὴν ἐν τοῖς ἔπεσιν ὠνομάσθαι τοῖς Ὁμήρου λέγουσι· Λακεδαιμονίοις δὲ ἔχειν τοῖς ἐν Σπάρτῃ τὴν Θουρίαν ἔδωκεν Αὔγουστος. Αὐγούστῳ γὰρ βασιλεύοντι Ῥωμαίων ἐπολέμησεν Ἀντώνιος, γένει καὶ οὗτος Ῥωμαῖος· καί οἱ τῶν ἐν τῇ Ἑλλάδι ἄλλοι τε καὶ οἱ Μεσσήνιοι προσέθεντο, ὅτι ἐφρόνουν Λακεδαιμόνιοι τὰ Αὐγούστου.
ἔστι δὲ ἐν τῇ μεσογαίῳ κώμη Καλάμαι καὶ Λίμναι χωρίον· ἐν δὲ αὐτῷ Λιμνάτιδος ἱερόν ἐστιν Ἀρτέμιδος, ἔνθα Τηλέκλῳ βασιλεύοντι ἐν Σπάρτῃ τὴν τελευτὴν συμβῆναι λέγουσιν.
ἰοῦσι δὲ ἀπὸ τῶν πηγῶν ἐν ἀριστερᾷ καὶ προελθόντι ὡς τεσσαράκοντα στάδια, ἔστι Μεσσηνίοις ἡ ὑπὸ τῇ Ἰθώμῃ πόλις· περιέχεται δὲ οὐ τῇ Ἰθώμῃ μόνον ἀλλὰ καὶ ἐπὶ τὸν Πάμισον τὰ τετραμμένα ὑπὸ τῆς Εὔας· τὸ δὲ ὄνομα γενέσθαι τῷ ὄρει φασὶ Βακχικόν τι ἐπίφθεγμα εὐοῖ Διονύσου πρῶτον ἐνταῦθα αὐτοῦ τε εἰπόντος καὶ τῶν ὁμοῦ τῷ Διονύσῳ γυναικῶν.
ἐπίκλησιν εἶχε Λαφρία· Μεσσηνίων δὲ οἱ λαβόντες Ναύπακτον παρὰ Ἀθηναίων—τηνικαῦτα γὰρ Αἰτωλίας ἐγγύτατα ᾤκουν—παρὰ Καλυδωνίων ἔλαβον. τὸ σχῆμα ἑτέρωθι δηλώσω. τὸ μὲν δὴ τῆς Λαφρίας ἀφίκετο ὄνομα ἔς τε Μεσσηνίους καὶ ἐς Πατρεῖς Ἀχαιῶν μόνους, Ἐφεσίαν δὲ Ἄρτεμιν πόλεις τε νομίζουσιν αἱ
πεποίηται δὲ καὶ Εἰλειθυίας Μεσσηνίοις ναὸς καὶ ἄγαλμα λίθου, πλησίον δὲ Κουρήτων μέγαρον, ἔνθα ζῷα τὰ πάντα ὁμοίως καθαγίζουσιν· ἀρξάμενοι γὰρ ἀπὸ βοῶν τε καὶ αἰγῶν καταβαίνουσιν ἐς τοὺς ὄρνιθας ἀφιέντες ἐς τὴν φλόγα. καὶ Δήμητρος ἱερὸν Μεσσηνίοις ἐστὶν ἅγιον καὶ Διοσκούρων ἀγάλματα φέροντες τὰς Λευκίππου· καί μοι καὶ ταῦτα ἐν τοῖς προτέροις ἐστὶν ἤδη δεδηλωμένα, ὡς οἱ Μεσσήνιοι τοὺς Τυνδάρεω παῖδας ἀμφισβητοῦσιν αὑτοῖς καὶ οὐ Λακεδαιμονίοις προσήκειν.
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.