ἔτει δὲ ἕκτῳ μετὰ τὸν ἐξ Ἰθώμης Λυκίσκου δρασμὸν οἱ Λακεδαιμόνιοι—τὰ γὰρ ἱερὰ ἐγίνετο αὐτοῖς αἴσια —στρατεύουσιν ἐπὶ τὴν Ἰθώμην· οἱ δὲ Κρῆτες οὐκέτι παρόντες σφίσιν ἔτυχον. ὑστέρησαν δὲ καὶ οἱ τῶν Μεσσηνίων σύμμαχοι—διʼ ὑποψίας γὰρ οἱ Σπαρτιᾶται καὶ ἄλλοις ἤδη Πελοποννησίων καὶ Ἀρκάσιν ἦσαν καὶ Ἀργείοις μάλιστα—καὶ οἱ μὲν Ἀργεῖοι κρύφα ἔμελλον τῶν Λακεδαιμονίων ἀφίξεσθαι καὶ ἰδίᾳ δὴ μᾶλλον ἢ μετὰ δόγματος κοινοῦ, τοῖς δὲ Ἀρκάσιν ἡ στρατεία μὲν ἀνείρητο ἐκ τοῦ φανεροῦ, παρέτυχον δὲ οὐδʼ οὗτοι. τοὺς γὰρ Μεσσηνίους καὶ ἄνευ συμμάχων κινδυνεῦσαι προήγαγεν ἡ δόξα τοῦ χρησμοῦ.
ψυχὰς ἢ ἐκεῖνον προεμένων ἀποσωθῆναί τινα.
Εὐφαεῖ δὲ οὐκ ὄντων παίδων τὸν αἱρεθέντα ὑπὸ τοῦ δήμου κατελείπετο ἔχειν τὴν ἀρχήν, Κλέοννίς τε καὶ Δᾶμις ἐς ἀμφισβήτησιν Ἀριστοδήμῳ προῆλθον, τά τε ἄλλα καὶ τὰ ἐς πόλεμον διαφέρειν νομιζόμενοι· τὸν δὲ Ἄντανδρον οἱ πολέμιοι κατειργάσαντο ἐν τῇ μάχῃ προκινδυνεύοντα Εὐφαοῦς. ἦσαν δὲ καὶ τῶν μάντεων αἱ γνῶμαι κατὰ ταὐτὰ ἀμφοτέρων, Ἐπηβόλου καὶ Ὀφιονέως, μὴ σφᾶς ἀνδρὶ ἐναγεῖ καὶ θυγατρὸς μίασμα ἐπικειμένῳ δοῦναι τὴν Αἰπύτου καὶ τῶν ἀπογόνων τιμήν·
λῃστείαις τε κατʼ ὀλίγους ἀεὶ καὶ περὶ τὴν ὡραίαν καταδρομαῖς ἐς τὴν ἀλλήλων χρώμενοι, συνεσέβαλλον δὲ καὶ παρὰ τῶν Ἀρκάδων τοῖς Μεσσηνίοις ἐς τὴν Λακωνικήν· Ἀργεῖοι δὲ προαναφῆναι μὲν τὸ ἐς τοὺς Λακεδαιμονίους ἔχθος οὐκ ἠξίουν, γινομένου δὲ ἀγῶνος παρεσκευάζοντο ὡς μεθέξοντες.
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.