Ἐπιδαύρου δὲ σταδίους ἑκατὸν ἀπέχει Ζάραξ, ἄλλως μὲν εὐλίμενον χωρίον, τῶν δὲ Ἐλευθερολακώνων μάλιστα τοῦτο ἐκτετρύχωται, ἐπεὶ καὶ Κλεώνυμος ὁ Κλεομένους τοῦ Ἀγησιπόλιδος μόνον τοῦτο τῶν Λακωνικῶν πολισμάτων ἐποίησεν ἀνάστατον· καί μοι τὰ ἐς τὸν Κλεώνυμον ἑτέρωθί ἐστιν εἰρημένα. ἐν Ζάρακι δὲ ἄλλο μὲν οὐδέν, πρὸς δὲ τοῦ λιμένος τῷ πέρατι Ἀπόλλωνος ναός ἐστι καὶ ἄγαλμα κιθάραν ἔχον.
προελθόντι δὲ ἀπὸ Ζάρακος παρὰ τὴν θάλασσαν ἑκατόν που στάδια καὶ ἐπιστρέψαντι αὐτόθεν ἐς μεσόγαιαν καὶ ἐπαναβάντι σταδίους ὡς δέκα, Κυφάντων καλουμένων ἐρείπιά ἐστιν, ἐν δὲ αὐτοῖς σπήλαιον ἱερὸν 0 Ἀσκληπιοῦ, λίθου δὲ τὸ ἄγαλμα. ἔστι δὲ καὶ ὕδατος ψυχροῦ κρουνὸς ἐκβάλλων ἐκ πέτρας· Ἀταλάντην θηρεύουσαν ἐνταῦθά φασιν, ὡς ἠνιᾶτο ὑπὸ δίψης, παῖσαι τῇ λόγχῃ τὴν πέτραν καὶ οὕτω ῥυῆναι τὸ ὕδωρ.
Βρασιαὶ δὲ ἐσχάτη μὲν ταύτῃ τῶν Ἐλευθερολακώνων πρὸς θαλάσσῃ ἐστί, Κυφάντων δὲ ἀπέχουσι πλοῦν σταδίων διακοσίων. οἱ δὲ ἄνθρωποι λέγουσιν οἱ ἐνταῦθα, οὐδέσιν ὁμολογοῦντες Ἑλλήνων, ὡς Σεμέλη τέκοι τὸν παῖδα ἐκ Διὸς καὶ ὑπὸ τοῦ Κάδμου φωραθεῖσα ἐς λάρνακα αὐτὴ καὶ Διόνυσος ἐμβληθείη· καὶ τὴν λάρνακα ὑπὸ τοῦ κλύδωνος ἐκπεσεῖν φασιν ἐς τὴν σφετέραν, καὶ Σεμέλην μὲν—οὐ γὰρ αὐτὴν περιοῦσαν ἔτι εὑρεῖν—ἐπιφανῶς θάψαι, Διόνυσον δὲ ἀναθρέψαι λέγουσιν.
τὰ δὲ ἐν δεξιᾷ Γυθίου Λᾶς ἐστι, θαλάσσης μὲν δέκα στάδια, Γυθίου δὲ τεσσαράκοντα ἀπέχουσα. ᾤκισται δὲ νῦν μὲν Ἰλίου καλουμένου καὶ Ἀσίας καὶ Κνακαδίου, τῶν ὀρῶν τούτων τὸ μεταξὺ ἐπέχουσα, πρότερον δὲ τῆς Ἀσίας τοῦ ὄρους ἔκειτο ἐπὶ τῇ κορυφῇ· καὶ νῦν ἔτι τῆς πόλεώς ἐστι τῆς ἀρχαίας ἐρείπια καὶ πρὸ τῶν τειχῶν ἄγαλμα Ἡρακλέους καὶ ἀπὸ τῶν Μακεδόνων τρόπαιον, οἳ μοῖρα τῆς Φιλίππου στρατιᾶς ἦσαν, ἡνίκα ἐς τὴν Λακωνικὴν ἐσέβαλεν, ἀποτραπόμενοι δὲ ἀπὸ τῶν ἄλλων τὰ παραθαλάσσια ἐλεηλάτουν τῆς χώρας.
ἀπὸ δὲ τοῦ Καρνείου σταδίους προελθόντι ὡς τριάκοντα, ἔστιν ἐν χωρίῳ Ὕψοις ἐν ὅροις ἤδη Σπαρτιατῶν ἱερὸν Ἀσκληπιοῦ καὶ Ἀρτέμιδος ἐπίκλησιν Δαφναίας. 0
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.