τὰ μὲν δὴ ἀνήκοντα ἐς συγγραφὴν τοσαῦτά τε καὶ τοιαῦτα κατʼ ἐμὲ ἦν τὰ δὲ λειπόμενα ἐν Δελφοῖς·
Τιθορέα δὲ ἀπωτέρω Δελφῶν ὀγδοήκοντα ὡς εἰκάσαι σταδίοις ἐστὶ καὶ ἑκατὸν ἰόντι τὴν διὰ τοῦ Παρνασσοῦ· τὴν δὲ οὐ πάντα ὀρεινήν, ἀλλὰ καὶ ὀχήμασιν ἐπιτήδειον πλεόνων ἔτι ἐλέγετο εἶναι σταδίων. διάφορα ἐς τὸ ὄνομα οἶδα τῆς πόλεως Ἡροδότῳ τε 0 εἰρημένα ἐν ἐπιστρατείᾳ τοῦ Μήδου καὶ Βάκιδι ἐν χρησμοῖς.
σταδίοις δὲ ἀπωτέρω Τιθορέας ἑβδομήκοντα ναός ἐστιν Ἀσκληπιοῦ, καλεῖται δὲ Ἀρχαγέτας· τιμὰς δὲ παρὰ αὐτῶν ἔχει Τιθορέων καὶ ἐπʼ ἴσης παρὰ Φωκέων τῶν ἄλλων. ἐντὸς μὲν δὴ τοῦ περιβόλου τοῖς τε ἱκέταις καὶ ὅσοι τοῦ θεοῦ δοῦλοι, τούτοις μὲν ἐνταῦθά εἰσι καὶ οἰκήσεις· ἐν μέσῳ δὲ ὅ τε ναὸς καὶ ἄγαλμα λίθου πεποιημένον, γένεια ἔχον μέγεθος καὶ ὑπὲρ δύο πόδας· κλίνη δὲ ἐν δεξιᾷ κεῖται τοῦ ἀγάλματος, θύειν δὲ αὐτῷ τὰ πάντα ὁμοίως νομίζουσι πλὴν αἰγῶν.
τοῦ δὲ Ἀσκληπιοῦ περὶ τεσσαράκοντα ἀπέχει σταδίους περίβολος καὶ ἄδυτον ἱερὸν Ἴσιδος, ἁγιώτατον ὁπόσα Ἕλληνες θεῷ τῇ Αἰγυπτίᾳ πεποίηνται· οὔτε γὰρ περιοικεῖν ἐνταῦθα οἱ Τιθορεεῖς νομίζουσιν οὔτε ἔσοδος ἐς τὸ ἄδυτον ἄλλοις γε ἢ ἐκείνοις ἐστὶν οὓς ἂν αὐτὴ προτιμήσασα ἡ Ἶσις καλέσῃ σφᾶς διʼ ἐνυπνίων. τὸ δὲ αὐτὸ καὶ ἐν ταῖς ὑπὲρ Μαιάνδρου πόλεσι θεοὶ ποιοῦσιν οἱ καταχθόνιοι· οὓς γὰρ ἂν ἐς τὰ ἄδυτα ἐσιέναι θελήσωσιν, ἀποστέλλουσιν αὐτοῖς ὀνειράτων ὄψεις.
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.