τῶν δέ σφισιν ἐν ἀγῶσι πολέμου γενομένων εὐτυχημάτων, καὶ ὡς ἑτέρως, τοσάδε φανερώτατα ὄντα εὕρισκον. ἐκρατήθησαν ὑπὸ Ἀθηναίων μάχῃ
Πλαταιεῦσιν ἀμυνάντων, ὅτε σφᾶς ἐπέλαβεν ὑπὲρ τῶν ὅρων πολεμῆσαι τῆς χώρας· προσέπταισαν δὲ καὶ δεύτερον Ἀθηναίοις ἀντιταξάμενοι περὶ Πλάταιαν, ἡνίκα δοκοῦσιν ἑλέσθαι τὰ βασιλέως Ξέρξου πρὸ τῶν Ἑλληνικῶν.
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.