παραδιδόασι Θερσάνδρῳ Πολυνείκους παιδί. ὡς δὲ τοῖς σὺν Ἀγαμέμνονι ἐς Τροίαν στρατεύουσιν ἡ διαμαρτία τοῦ πλοῦ γίνεται καὶ ἡ πληγὴ ἡ περὶ Μυσίαν, ἐνταῦθα καὶ τὸν Θέρσανδρον κατέλαβεν ἀποθανεῖν ὑπὸ Τηλέφου, μάλιστα Ἑλλήνων ἀγαθὸν γενόμενον ἐν τῇ μάχῃ· καί οἱ τὸ μνῆμα ἐς Καΐκου πεδίον ἐλαύνοντί ἐστιν ἐν Ἐλαίᾳ πόλει, λίθος ὁ ἐν τῷ ὑπαίθρῳ τῆς ἀγορᾶς·
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.