ἐπὶ ταύτῃ τῇ λεωφόρῳ χωρίον ἐστὶ Τευμησσός· Εὐρώπην δὲ ὑπὸ Διὸς κρυφθῆναί φασιν ἐνταῦθα. ἕτερος δὲ ἐς ἀλώπεκα ἐπίκλησιν Τευμησσίαν λόγος ἐστίν, ὡς ἐκ μηνίματος Διονύσου τὸ θηρίον ἐπʼ ὀλέθρῳ τραφείη Θηβαίων, καὶ ὡς ὑπὸ τοῦ κυνός, ὃν Πρόκριδι τῇ Ἐρεχθέως ἔδωκεν Ἄρτεμις, ἁλίσκεσθαι μέλλουσα αὐτή τε λίθος ἐγένετο ἡ ἀλώπηξ καὶ ὁ κύων οὗτος. καὶ Ἀθηνᾶς ἐν Τευμησσῷ Τελχινίας ἐστὶν ἱερὸν ἄγαλμα οὐκ ἔχον· ἐς δὲ τὴν ἐπίκλησιν αὐτῆς ἔστιν εἰκάζειν ὡς τῶν ἐν Κύπρῳ ποτὲ οἰκησάντων Τελχίνων ἀφικομένη μοῖρα ἐς Βοιωτοὺς ἱερὸν ἱδρύσατο Ἀθηνᾶς Τελχινίας. 0
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.