ἀπωτέρω δὲ Ἀργυρᾶς ποταμός ἐστιν ὀνομαζόμενος Βολιναῖος, καὶ πόλις ποτὲ ᾠκεῖτο πρὸς αὐτῷ Βολίνα. παρθένου δὲ ἐρασθῆναι Βολίνης Ἀπόλλωνα, τὴν δὲ φεύγουσαν ἐς τὴν ταύτῃ φασὶν ἀφεῖναι θάλασσαν αὑτήν, καὶ ἀθάνατον γενέσθαι χάριτι τοῦ Ἀπόλλωνος. ἐφεξῆς δὲ ἄκρα τε ἐς τὴν θάλασσαν ἔχει, καὶ ἐπʼ αὐτῇ λέγεται λόγος ὡς Κρόνος τῆς θαλάσσης ἐνταῦθα ἔρριψε τὸ δρέπανον, ᾧ τὸν πατέρα Οὐρανὸν ἐλυμήνατο· ἐπὶ τούτῳ δὲ καὶ τὴν ἄκραν Δρέπανον ὀνομάζουσιν. ὀλίγον δὲ ὑπὲρ τὴν λεωφόρον Ῥυπῶν ἐστι τὰ ἐρείπια· σταδίους δὲ Αἴγιον περὶ τοὺς τριάκοντα ἀπέχει Ῥυπῶν.
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.