τοῦ δὲ Ἀριστείδου ἐγγύτατα Μενάλκης ἕστηκεν Ἠλεῖος, ἀναγορευθεὶς Ὀλυμπίασιν ἐπὶ πεντάθλῳ, καὶ Φιλωνίδης Ζώτου, γένος μὲν ἐκ Χερρονήσου τῆς Κρητῶν, Ἀλεξάνδρου δὲ ἡμεροδρόμος τοῦ Φιλίππου. μετὰ δὲ τοῦτον Βριμίας ἐστὶν Ἠλεῖος, κρατήσας ἄνδρας πυγμῇ, Λεωνίδας τε ἐκ Νάξου τῆς ἐν τῷ Αἰγαίῳ, Ψωφιδίων ἀνάθημα Ἀρκάδων, Ἀσάμωνός τε εἰκὼν ἐν ἀνδράσι πυγμῇ νενικηκότος, ἡ δὲ Νικάνδρου, διαύλου μὲν δύο ἐν Ὀλυμπίᾳ, Νεμείων δὲ καὶ Ἰσθμίων ἀναμὶξ ἐπὶ δρόμῳ νίκας ἓξ ἀνῃρημένου. ὁ δὲ Ἀσάμων καὶ ὁ Νίκανδρος Ἠλεῖοι μὲν ἦσαν, πεποίηκε δὲ τῷ μὲν Δάιππος τὴν εἰκόνα, Ἀσάμωνι δὲ Πυριλάμπης Μεσσήνιος.
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.