διαπολεμηθέντος δὲ τοῦ πρὸς Ἴλιον πολέμου καὶ Νέστορος ὡς ἐπανῆλθεν οἴκαδε τελευτήσαντος, Δωριέων στόλος καὶ ἡ κάθοδος Ἡρακλειδῶν γενομένη δύο γενεαῖς ὕστερον ἐξέβαλε τοὺς Νηλέως ἀπογόνους ἐκ τῆς Μεσσηνίας. καί μοι ταῦτα ἐγένετο ἤδη τῷ λόγῳ προσθήκη τῷ ἐς Τισαμενόν· πλὴν τοσόνδε ἔτι δηλώσω. Τημένῳ τῶν Δωριέων Ἄργος ἐφέντων ἔχειν, Κρεσφόντης γῆν σφᾶς ᾔτει τὴν Μεσσηνίαν ἅτε καὶ αὐτὸς
Ἀριστοδήμου πρεσβύτερος.
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.