πεποίηται, παλαιότατον πάντων ὁπόσα ἐστὶ χαλκοῦ· διʼ ὅλου γὰρ οὐκ ἔστιν εἰργασμένον, ἐληλασμένου δὲ ἰδίᾳ τῶν μερῶν καθʼ αὑτὸ ἑκάστου συνήρμοσταί τε πρὸς ἄλληλα καὶ ἧλοι συνέχουσιν αὐτὰ μὴ διαλυθῆναι. καὶ Κλέαρχον δὲ ἄνδρα Ῥηγῖνον τὸ ἄγαλμα ποιῆσαι λέγουσιν, ὃν Διποίνου καὶ Σκύλλιδος, οἱ δὲ αὐτοῦ Δαιδάλου φασὶν εἶναι μαθητήν. πρὸς δὲ τῷ Σκηνώματι ὀνομαζομένῳ γυναικός ἐστιν εἰκών, Λακεδαιμόνιοι δὲ Εὐρυλεωνίδα λέγουσιν εἶναι· νίκην δὲ ἵππων συνωρίδι ἀνείλετο Ὀλυμπικήν.
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.