ἐκ δὲ Τιτάνης ἐς Σικυῶνα ἀφικομένοις καὶ καταβαίνουσιν ἐς θάλασσαν ἐν ἀριστερᾷ τῆς ὁδοῦ ναός 0 ἐστιν Ἥρας οὐκ ἔχων ἔτι οὔτε ἄγαλμα οὔτε ὄροφον· τὸν δὲ ἀναθέντα Προῖτον εἶναι τὸν Ἄβαντός φασι. καταβᾶσι δὲ ἐς τὸν Σικυωνίων καλούμενον λιμένα καὶ τραπεῖσιν ἐπʼ Ἀριστοναύτας τὸ ἐπίνειον τὸ Πελληνέων, ἔστιν ὀλίγον ὑπὲρ τὴν ὁδὸν ἐν ἀριστερᾷ Ποσειδῶνος ἱερόν· προελθοῦσι δὲ κατὰ τὴν λεωφόρον Ἑλισσών τε καλούμενος ποταμὸς καὶ μετʼ αὐτὸν Σύθας ἐστίν, ἐκδιδόντες ἐς θάλασσαν.
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.