γυναικῶν δὲ τῶν κατειλεγμένων ὑπὲρ τῆς κεφαλῆς ἥ τε Σαλμωνέως θυγάτηρ ἐστὶν ἐπὶ πέτρας καθεζομένη καὶ Ἐριφύλη παρʼ αὐτὴν ἐστιν ἑστῶσα, διὰ μὲν τοῦ χιτῶνος ἀνέχουσα ἄκρους παρὰ τὸν τράχηλον τοὺς δακτύλους, τοῦ χιτῶνος δὲ ἐν τοῖς κοίλοις εἰκάσεις τῶν χειρῶν τῇ ἑτέρᾳ ἐκεῖνον τὸν ὅρμον αὐτὴν ἔχειν.
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.